MY --- ( LORD ) --- THE KING! = THE KING OF ISRAEL!




1ST SAMUEL REFERENCES


1 SAMUEL 22:12-15 LXX: “...καὶ [12.] εἶπεν Σαουλ Ἄκουε δή, υἱὲ Αχιτωβ. καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε. [13.] καὶ εἶπεν αὐτῷ Σαουλ Ἵνα τί συνέθου κατ᾽ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ᾽ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη; [14.] καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; [15.] ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα...” - (, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum ca. 250/200 a. Chr. n.)

1 SAMUEL 22:12-15: “...Saul [12.] now said: “Listen, please, you son of A·hi′tub!” to which he said: “Here I am, MY LORD.” [13.] And Saul went on to say to him: “Why have YOU men conspired against me, you and the son of Jes′se, by your giving him bread and a sword, and there being an inquiry of God for him, to rise up against me as a lier in ambush the way it is this day?” [14.] At this A·him′e·lech answered THE KING and said: “And who among all your servants is like David, faithful, and the son-in-law of THE KING and a chief over your bodyguard and honored in your house? [15.] Is it today that I have started to inquire of God for him? It is unthinkable on my part! Do not let THE KING lay anything against his servant [and] against the entire house of my father, for in all this your servant did not know a thing small or great...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...καὶ [7.] εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾽ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος· […] καὶ [9.] ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. [10.] καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου; [11.] ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν. [12.] καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. [13.] δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, [14.] καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. [15.] καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός. [16.] γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου...” - (Chapter 24:9-16; 1st Samuel, ΒΑΣΙΛΕΙΩ͂Ν Αʹ, BIBLIOTHECA AUGUSTANA.)

1 SAMUEL 24:6,8-15: “...Hence [6.] he said to his men: “It is unthinkable, on my part, from JEHOVAH’S standpoint, that I should do this thing to MY LORD, THE ANOINTED OF JEHOVAH, by thrusting out my hand against him, FOR HE IS THE ANOINTED OF JEHOVAH.” [...] So [8.] David rose up afterward and went out from the cave and called out after Saul, saying: “MY LORD THE KING!” At this Saul looked behind him, and David proceeded TO BOW LOW WITH HIS FACE TO THE EARTH AND PROSTRATE HIMSELF. [9.] And David went on to say to Saul: “Why do you listen to the words of man, saying, ‘Look! David is seeking your hurt’? [10.] Here this day your eyes have seen how JEHOVAH gave you today into my hand in the cave; and someone said to kill you, but I felt sorry for you and said, ‘I shall not thrust out my hand against MY LORD, FOR HE IS THE ANOINTED OF JEHOVAH.’ [11.] And, my father, see, yes, see the skirt of your sleeveless coat in my hand, for when I cut off the skirt of your sleeveless coat I did not kill you. Know and see that there is no badness or revolt in my hand, and I have not sinned against you, while you are lying in wait for my soul to take it away. [12.] May JEHOVAH judge between me and you; and JEHOVAH must take vengeance for me from you, but my own hand will not come to be upon you. [13.] Just as the proverb of the ancients says, ‘From the wicked ones wickedness will go forth,’ but my own hand will not come to be upon you. [14.] After whom has THE KING OF ISRAEL gone out? After whom are you chasing? After a dead dog? After a single flea? [15.] And JEHOVAH must become judge, and he must judge between me and you, and he will see and he will conduct the legal case for me and judge me [to free me] from your hand...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 SAMUEL 26:17-20: “...καὶ [17.] ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ. [18.] καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; [19.] καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ᾽ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες Πορεύου δούλευε θεοῖς ἑτέροις. [20.] καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν...” - (Βασιλειῶν Aʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum ca. 250/200 a. Chr. n.)

1 SAMUEL 26:17-20: “...And [17.] Saul began to recognize the voice of David and to say: “Is this your voice, my son David?” To this David said: “It is my voice, MY LORD THE KING.” [18.] And he added: “Why is this that MY LORD is chasing after his servant, for what have I done, and what badness is there in my hand? [19.] And now let MY LORD the king, please, listen to the words of his servant: If it is JEHOVAH that has incited you against me, let him smell a grain offering. But if it is the sons of man, they are cursed before JEHOVAH, because they have driven me out today from feeling myself attached to the inheritance of JEHOVAH, saying, ‘Go, serve other gods!’ [20.] And now do not let my blood fall to the earth before the face of JEHOVAH; for THE KING OF ISRAEL has gone out to look for a single flea, just as one chases a partridge upon the mountains...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 SAMUEL 29:6-10: “...καὶ [6.] ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾽ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾽ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ· [7.] καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. [8.] καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾽ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; [9.] καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾽ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν Οὐχ ἥξει μεθ᾽ ἡμῶν εἰς πόλεμον. [10.] καὶ νῦν ὄρθρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε...” - (Βασιλειῶν Aʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum ca. 250/200 a. Chr. n.)

1 SAMUEL 29:6-10: “...Consequently [6.] A′chish called David and said to him: “AS JEHOVAH IS LIVING, you are upright, and your going out and your coming in with me in the camp has been good in my eyes; for I have not found badness in you from the day of your coming to me until this day. But in the eyes of THE AXIS LORDS you are not good. [7.] And now return and go in peace, that you may not do anything bad in the eyes of THE AXIS LORDS OF THE PHI·LIS′TINES.” [8.] However, David said to A′chish: “Why, what have I done, and what have you found in your servant from the day that I came to be before you until this day, that I should not come and actually fight against the enemies of MY LORD THE KING?” [9.] At this A′chish answered and said to David: “I well know that you have been good in my own eyes, LIKE AN ANGEL OF GOD. Only it is THE PRINCES OF THE PHI·LIS′TINES that have said, ‘Let him not go up with us into the battle.’ [10.] And now rise up early in the morning with the servants of YOUR LORD that came with you; and YOU men must rise up early in the morning when it has become light for YOU. Then go...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


2ND SAMUEL REFERENCES


2 SAMUEL 3:20-21: “...Καὶ [20.] ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ᾽ αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ πότον. [21.] καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 3:20-21: “...When [20.] Ab′ner came to David at He′bron, and with him twenty men, David proceeded to make a feast for Ab′ner and for the men that were with him. [21.] Then Ab′ner said to David: “Let me rise up and go and collect all Israel together to MY LORD THE KING, that they may conclude a covenant with you, and you will certainly become KING over all that your soul craves.” So David sent Ab′ner off, and he got on his way in peace...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 4:5-8: “...καὶ [5.]ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, [6.] καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον [7.] καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. [8.] καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 4:5-8: “...And [5.] the sons of Rim′mon the Be·er′oth·ite, Re′chab and Ba′a·nah, proceeded to go and come to the house of Ish-bo′sheth about when the day had heated up, as he was taking his noonday siesta. [6.] And here they came into the middle of the house as men fetching wheat, and then struck him in the abdomen; and Re′chab and Ba′a·nah his brother themselves escaped detection. [7.] When they went into the house, he was lying upon his couch in his inner bedroom, and then they struck him so that they put him to death, after which they removed his head and took his head and walked on the road to the Ar′a·bah all night long. [8.] Eventually they came bringing the head of Ish-bo′sheth to David at He′bron and said to THE KING: “Here is the head of Ish-bo′sheth the son of Saul your enemy who looked for your soul; but JEHOVAH GIVES TO MY LORD THE KING revenge this day upon Saul and his offspring...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 9:10-13: “...καὶ [10.] ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. [καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.] [11.] καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως. [12.] καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε. [13.] καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 9:10-13: “...Now [10.] Zi′ba had fifteen sons and twenty servants. [11.] So Zi′ba said to THE KING: “In accord with all that MY LORD THE KING commands for his servant is the way that your servant will do; but Me·phib′o·sheth is eating at my table like one of the sons OF THE KING.” [12.] Now Me·phib′o·sheth had a young son whose name was Mi′ca, and all those dwelling in the house of Zi′ba were servants to Me·phib′o·sheth. [13.] And Me·phib′o·sheth himself was dwelling in Jerusalem, for it was constantly at the table OF THE KING that he was eating; and he was lame in both of his feet...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 11:5-11: “...καὶ [5.] ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. [6.] καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων Ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ. [7.] καὶ παραγίνεται Ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. [8.] καὶ εἶπεν Δαυιδ τῷ Ουρια Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. [9.] καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. [10.] καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; [11.] καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 11:5-11: “...And [5.] the woman became pregnant. Consequently she sent and told David and said: “I am pregnant.” [6.] At this David sent to Jo′ab, saying: “Send to me U·ri′ah the Hit′tite.” So Jo′ab sent U·ri′ah to David. [7.] When U·ri′ah came to him, David began to ask how Jo′ab was getting along and how the people were getting along and how the war was getting along. [8.] Finally David said to U·ri′ah: “Go down to your house and bathe your feet.” Accordingly U·ri′ah went out from THE KING’S house, and THE KING’S courtesy gift went out following him. [9.] However, U·ri′ah lay down at the entrance of THE KING’S house with all the other servants OF HIS LORD, and he did not go down to his own house. [10.] So they told David, saying: “U·ri′ah did not go down to his own house.” Upon that David said to U·ri′ah: “It is from a journey that you have come in, is it not? Why have you not gone down to your own house?” [11.] At this U·ri′ah said to David: “The Ark and Israel and Judah are dwelling in booths, and my lord Jo′ab and the servants OF MY LORD are camping on the face of the field, and I—shall I go into my own house to eat and drink and to lie down with my wife? As you are living and as your soul is living, I shall not do this thing!...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 12:7-12: “...καὶ [7.] εἶπεν Ναθαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ [8.] καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα· καὶ εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταῦτα. [9.] τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων. [10.] καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ᾽ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα. [11.] τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ᾽ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·
12 ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 12:7-12: “...Then [7.] Nathan said to David: “You yourself are the man! This is what JEHOVAH THE GOD OF ISRAEL HAS SAID, ‘I MYSELF ANOINTED YOU AS KING OVER ISRAEL, and I myself delivered you out of the hand of Saul. [8.] And I was willing to give you the house OF YOUR LORD and the wives OF YOUR LORD into your bosom, and to give you the house of Israel and of Judah. And if it were not enough, I was willing to add to you things like these as well as other things. [9.] Why did you despise THE WORD OF JEHOVAH by doing what is bad in his eyes? U·ri′ah the Hit′tite you struck down with the sword, and his wife you took as your wife, and him you killed by the sword of the sons of Am′mon. [10.] And now a sword will not depart from your own house to time indefinite, as a consequence of the fact that you despised me so that you took the wife of U·ri′ah the Hit′tite to become your wife.’ [11.] This is what JEHOVAH has said, ‘Here I am raising up against you calamity out of your own house; and I will take your wives under your own eyes and give them to your fellowman, and he will certainly lie down with your wives under the eyes of this sun. [12.] Whereas you yourself acted in secret, I, for my part, shall do this thing in front of all Israel and in front of the sun...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 13:32-33: “...καὶ [32.] ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Αμνων μονώτατος ἀπέθανεν· ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ·
[33.] καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν, ὅτι ἀλλ᾽ ἢ Αμνων μονώτατος ἀπέθανεν...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 13:32-33: “...However, [32.] Je·hon′a·dab the son of Shim′e·ah, David’s brother, answered and said: “Do not let MY LORD think that it is all the young men the sons OF THE KING that they have put to death, for it is Am′non alone that has died, because at the order of Ab′sa·lom it has occurred as something appointed from the day that he humiliated Ta′mar his sister. [33.] And now do not let MY LORD THE KING take to his heart the word, saying, ‘All THE KING’S sons themselves have died’; but it is Am′non alone that has died...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 14:8-24: “...καὶ [8.] εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ. [9.] καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα Ἐπ ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος. [10.] καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ. [11.] καὶ εἶπεν Μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν. [12.] καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον. [13.] καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ. [14.] ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήμψεται ὁ θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ᾽ αὐτοῦ ἐξωσμένον. [15.] καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου Λαλησάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ· [16.] ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ. [17.] καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ. [18.] καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς. [19.] καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους· [20.] ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ. [21.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ Ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ. [22.] καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ. [23.] καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ. [24.] καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω. καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 14:8-24: “...Then [8.] THE KING said to the woman: “Go to your house, and I myself shall give command regarding you.” [9.] At this the Te·ko′ite woman said to THE KING: “Upon me, O MY LORD THE KING, be the error, and also upon the house of my father, while THE KING and his throne are innocent.” [10.] And THE KING went on to say: “If there is anyone speaking to you, you must also bring him to me, and he will never hurt you again.” [11.] But she said: “Let THE KING, please, remember JEHOVAH YOUR GOD, that the avenger of blood may not be continually causing ruin and that they may not annihilate my son.” To this he said: “AS JEHOVAH IS LIVING, not a single hair of your son will fall to the earth.” [12.] The woman now said: “Let your maidservant, please, speak a word to MY LORD THE KING.” So he said: “Speak!” [13.] And the woman went on to say: “Why, then, have you reasoned like this against the people of God? As THE KING is speaking this word he is like one that is guilty, in that THE KING does not bring back his own banished one. [14.] For we shall die without fail and be like waters that are being poured down to the earth, which cannot be gathered. But God will not take away a soul, and he has thought out reasons why the one banished should not be banished from him. [15.] And now that I have come in to speak this word to THE KING MY LORD, it is because the people made me afraid. So your maidservant said, ‘Let me speak, please, to the king. Perhaps the king will act on the word of his slave girl. [16.] Because THE KING proceeded to listen so as to deliver his slave girl out of the palm of the man [seeking] to annihilate me and my lone son from the inheritance given by God,’ [17.] then your maidservant said, ‘Let the word of MY LORD THE KING serve, please, to give rest.’ FOR JUST LIKE AN ANGEL OF THE [TRUE] GOD IS THE WAY MY LORD THE KING IS, TO DISTINGUISH WHAT IS GOOD AND WHAT IS BAD, AND MAY JEHOVAH YOUR GOD HIMSELF PROVE TO BE WITH YOU.” [18.] THE KING now answered and said to the woman: “Do not, please, hide from me a thing about which I am asking you.” To this the woman said: “Let MY LORD THE KING speak, please.” [19.] And THE KING went on to say: “Is the hand of Jo′ab with you in all this?” Then the woman answered and said: “AS YOUR SOUL IS LIVING, O MY LORD THE KING, no man can go to the right or go to the left from all that MY LORD THE KING has spoken; for it was your servant Jo′ab that commanded me, and he it was that put in the mouth of your maidservant all these words. [20.] For the sake of altering the face of the matter your servant Jo′ab has done this thing, but MY LORD IS WISE AS WITH THE WISDOM OF THE ANGEL OF THE [TRUE] GOD SO AS TO KNOW ALL THAT IS IN THE EARTH.” [21.] Subsequently THE KING said to Jo′ab: “Here, now, I shall certainly do this thing. So go, bring the young man Ab′sa·lom back.” [22.] At this JO′AB FELL UPON HIS FACE TO THE EARTH AND PROSTRATED HIMSELF AND BLESSED THE KING; and Jo′ab went on to say: “Today your servant does know that I have found favor in your eyes, O MY LORD THE KING, because THE KING has acted on the word of his servant.” [23.] With that Jo′ab rose up and went to Gesh′ur and brought Ab′sa·lom to Jerusalem. [24.] However, the king said: “Let him turn toward his own house, but my face he may not see.” So Ab′sa·lom turned toward his own house, and the face of THE KING he did not see...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 15:13-22: “...Καὶ [13.] παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ. [14.] καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾽ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾽ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. [15.] καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. [16.] καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. [17.] καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. [18.] καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. [19.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾽ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. [20.] εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾽ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾽ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. [21.] καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. [22.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι Δεῦρο καὶ διάβαινε μετ᾽ ἐμοῦ· καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾽ αὐτοῦ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 15:13-22: “...In [13.] time an informer came to David, saying: “The heart of the men of Israel has come to be behind Ab′sa·lom.” [14.] At once David said to all his servants that were with him in Jerusalem: “Get up, and let us run away; for there will prove to be no escaping for us because of Ab′sa·lom! Go hurriedly, for fear he may hurry up and actually catch up with us and bring down upon us what is bad and strike the city with the edge of the sword!” [15.] At this THE KING’S servants said to THE KING: “According to all that MY LORD THE KING may choose, here are your servants.” [16.] So THE KING went out with all his household at his feet, and THE KING left ten women, concubines, to take care of the house. [17.] And the king continued on his way out with all the people at his feet; and they came to a stop at Beth-mer′hak. [18.] And all his servants were crossing at his side; and all the Cher′e·thites and all the Pel′e·thites and all the Git′tites, six hundred men that had followed him from Gath, were crossing before THE KING’S face. [19.] Then THE KING said to It′tai the Git′tite: “Why should you yourself also go with us? Go back and dwell with THE KING; for you are a foreigner and, besides, you are an exile from your place. [20.] Yesterday was when you came and today shall I make you wander with us, to go when I am going wherever I am going? Go back and take your brothers back with you, [and may Jehovah exercise toward you] loving-kindness and trustworthiness!” [21.] But It′tai answered THE KING and said: “AS JEHOVAH IS LIVING AND AS MY LORD THE KING IS LIVING, in the place where MY LORD THE KING may come to be, whether for death or for life, there is where your servant will come to be!” [22.] At that David said to It′tai: “Go and cross over.” So It′tai the Git′tite crossed over, and also all his men and all the little ones that were with him...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 16:1-4: “...καὶ [1.] Δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ροως, καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νεβελ οἴνου. [2.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. [3.] καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ιερουσαλημ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου. [4.] καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ἰδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμφιβοσθε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 16:1-4: “...When [1.] David himself had crossed over a little beyond the summit, there was Zi′ba the attendant of Me·phib′o·sheth to meet him with a couple of asses saddled and upon them two hundred loaves of bread and a hundred cakes of raisins and a hundred loads of summer fruit and a large jar of wine. [2.] Then THE KING said to Zi′ba: “What do these things mean on your part?” To this Zi′ba said: “The asses are for the household of THE KING to ride, and the bread and the load of summer fruit are for the young men to eat, and the wine is for the one tired out in the wilderness to drink.” [3.] THE KING now said: “And where is THE SON OF YOUR MASTER?” At this Zi′ba said to THE KING: “There he is dwelling in Jerusalem; for he said, ‘Today the house of Israel will give back to me THE ROYAL RULE OF MY FATHER.’” [4.] THE KING then said to Zi′ba: “Look! Yours is everything that belongs to Me·phib′o·sheth.” Upon that Zi′ba said: “I DO BOW DOWN. Let me find favor in your eyes, MY LORD THE KING...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 16:9-13: “...καὶ [9.] εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. [10.] καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυιδ, καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως; [11.] καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ κύριος· [12.] εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. [13.] καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμει ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 16:9-13: “...Finally [9.] A·bish′ai the son of Ze·ru′iah said to THE KING: “Why should this dead dog call down evil upon MY LORD THE KING? Let me go over, please, and take off his head.” [10.] But THE KING said: “What do I have to do with YOU men, YOU sons of Ze·ru′iah? Thus let him call down evil, because JEHOVAH HIMSELF has said to him, ‘Call down evil upon David!’ So who should say, ‘Why did you do that way?’” [11.] And David went on to say to A·bish′ai and all his servants: “Here my own son, who has come forth out of my own inward parts, is looking for my soul; and how much more now a Ben′ja·min·ite! Let him alone that he may call down evil, for Jehovah has said so to him! [12.] Perhaps Jehovah will see with his eye, and Jehovah will actually restore to me goodness instead of his malediction this day.” [13.] With that David and his men kept going on in the road, while Shim′e·i was walking on the side of the mountain, walking abreast of him that he might call down evil; and he kept throwing stones while abreast of him, and he threw a lot of dust...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 18:24-28: “...καὶ [24.] Δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ, [25.] καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. [26.] καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος. [27.] καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ. καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται. [28.] καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεός σου, ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 18:24-28: “...Now [24.] David was sitting between the two gates. Meantime, the watchman went to the roof of the gate by the wall. At length he raised his eyes and saw and, look! there was a man running by himself. [25.] So the watchman called and told THE KING, at which THE KING said: “If he is by himself, there is news in his mouth.” And he kept coming, steadily getting nearer. [26.] The watchman now saw another man running. The watchman therefore called to the gatekeeper and said: “Look! Another man running by himself!” at which THE KING said: “This one also is a news bearer.” [27.] And the watchman went on to say: “I am seeing that the running style of the first is like the running style of A·him′a·az the son of Za′dok,” at which THE KING said: “This is a good man, and with good news he should come.” [28.] Eventually A·him′a·az called and said to THE KING: “It is well!” WITH THAT HE BOWED TO THE KING WITH HIS FACE TO THE EARTH. And he went on to say: “BLESSED BE JEHOVAH YOUR GOD, who has surrendered the men that lifted up their hand against MY LORD THE KING!...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 18:31-32: “...καὶ [31.] ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. [32.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν ὁ Χουσι Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ᾽ αὐτὸν εἰς κακά...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 18:31-32: “...And [31.] here was the Cush′ite coming in, and the Cush′ite began to say: “Let MY LORD THE KING accept news, for Jehovah has judged you today [to free you] from the hand of all those rising up against you.” [32.] But THE KING said to the Cush′ite: “Is it well with the young man Ab′sa·lom?” To this the Cush′ite said: “May the enemies of MY LORD THE KING and all those who rose up against you for evil become as the young man...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 19:15-20: “...καὶ [15.] ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου. [16.] καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην. [17.] καὶ ἐτάχυνεν Σεμει υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ [18.] καὶ χίλιοι ἄνδρες μετ᾽ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ᾽ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ᾽ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως [19.] καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμει υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην [20.] καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 19:15-20: “...And [15.] THE KING began to go back and got to come as far as the Jordan. As for Judah, they came to Gil′gal to go and meet THE KING, to conduct THE KING across the Jordan. [16.] Then Shim′e·i the son of Ge′ra the Ben′ja·min·ite, who was from Ba·hu′rim, hurried and went down with the men of Judah to meet KING DAVID. [17.] And there were with him a thousand men from Benjamin. (And also Zi′ba the attendant of the house of Saul and his fifteen sons and twenty servants of his were with him, and they made it successfully to the Jordan before THE KING. [18.] And he crossed the ford to conduct the household of THE KING across and to do what was good in his eyes.) As for Shim′e·i the son of Ge′ra, HE FELL DOWN BEFORE THE KING when he was about to cross the Jordan. [19.] He now said to THE KING: “Do not let MY LORD attribute error to me, and do not remember the wrong that your servant did on the day that MY LORD THE KING went out of Jerusalem, so that THE KING should lay it to his heart. [20.] For your servant well knows that I am the one that sinned; and so here I have today come the first of all the house of Joseph to go down to meet MY LORD THE KING...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 19:24-37: “....καὶ [24.] εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. [25.] καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. [26.] καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύθης μετ᾽ ἐμοῦ, Μεμφιβοσθε; [27.] καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε Κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾽ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου· [28.] καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· [29.] ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ᾽ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα; [30.] καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον Σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν. [31.] καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. [32.] καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην· [33.] καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναιμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα. [34.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ᾽ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ᾽ ἐμοῦ ἐν Ιερουσαλημ. [35.] καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ; [36.] υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; [37.] ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 19:24-37: “....As [24.] for Me·phib′o·sheth the grandson of Saul, he came down to meet THE KING; and he had not attended to his feet nor had he attended to his mustache nor had he washed his garments from the day that THE KING went away until the day that he came in peace. [25.] And it came about that, when he came to Jerusalem to meet THE KING, then THE KING said to him: “Why did you not go with me, Me·phib′o·sheth?” [26.] To this he said: “MY LORD THE KING, it was my servant that tricked me. For your servant had said, ‘Let me saddle the female ass for me that I may ride upon it and go with THE KING,’ for your servant is lame. [27.] So he slandered your servant to MY LORD THE KING. But MY LORD THE KING IS AS AN ANGEL OF THE [TRUE] GOD, and so do what is good in your eyes. [28.] For all the household of my father would have become nothing but doomed to death to MY LORD THE KING, and yet you placed your servant among those eating at your table. So what do I still have as a just claim even for crying out further to THE KING?” [29.] However, THE KING said to him: “Why do you yet keep speaking your words? I do say, You and Zi′ba should share in the field.” [30.] At this Me·phib′o·sheth said to THE KING: “Let him even take the whole, now that MY LORD THE KING has come in peace to his house.” [31.] And Bar·zil′lai the Gil′e·ad·ite himself came down from Ro·ge′lim that he might pass on to the Jordan with THE KING so as to escort him to the Jordan. [32.] And Bar·zil′lai was very old, being eighty years of age; and he himself supplied THE KING with food while he was dwelling in Ma·ha·na′im, for he was a very great man. [33.] So THE KING said to Bar·zil′lai: “You yourself cross over with me, and I shall certainly supply you with food with me in Jerusalem.” [34.] But Bar·zil′lai said to THE KING: “What are the days of the years of my life like, that I should go up with THE KING to Jerusalem? [35.] I am eighty years old today. Could I discern between good and bad, or could your servant taste what I ate and what I drank, or could I listen anymore to the voice of male and female singers? So why should your servant become a burden anymore to MY LORD THE KING? [36.] For it is just a little way that your servant could bring THE KING along to the Jordan, and why should THE KING repay me with this reward? [37.] Let your servant return, please, and let me die in my city close by the burial place of my father and my mother. But here is your servant Chim′ham. Let him cross over with MY LORD THE KING; and you do to him what is good in your eyes...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 24:1-3: “...Καὶ [1.] προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ, καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα. [2.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. [3.] καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα Καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 24:1-3: “...And [1.] again the anger of Jehovah came to be hot against Israel, when one incited David against them, saying: “Go, take a count of Israel and Judah.” [2.] So THE KING said to Jo′ab the chief of the military forces who was with him: “Move about, please, through all the tribes of Israel, from Dan to Be′er-she′ba, and YOU men register the people, and I shall certainly know the number of the people.” [3.] But Jo′ab said to THE KING: “May JEHOVAH YOUR GOD even add to the people a hundred times as many as they are while the very eyes of MY LORD THE KING are seeing it. But as for MY LORD THE KING, why has he found delight in this thing?...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

2 SAMUEL 24:18-23: “...καὶ [18.] ἦλθεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου. [19.] καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, καθ᾽ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος. [20.] καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. [21.] καὶ εἶπεν Ορνα Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυιδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. [22.] καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. [23.] τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ, καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα Κύριος ὁ θεός σου εὐλογήσαι σε...” - (Βασιλειῶν Βʹ, BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

2 SAMUEL 24:18-23: “...Later [18.] Gad came in to David on that day and said to him: “Go up, set up for Jehovah an altar on the threshing floor of A·rau′nah the Jeb′u·site.” [19.] And David began to go up in accord with the word of Gad, according to what Jehovah had commanded. [20.] When A·rau′nah looked down and saw THE KING and his servants passing along toward him, A·rau′nah at once went out and BOWED DOWN TO THE KING WITH HIS FACE TO THE EARTH. [21.] Then A·rau′nah said: “Why has MY LORD THE KING come to his servant?” At that David said: “To buy from you the threshing floor for building an altar to Jehovah, that the scourge may be halted from upon the people.” [22.] But A·rau′nah said to David: “Let MY LORD THE KING take it and offer up what is good in his eyes. See the cattle for the burnt offering and the threshing sledge and the implements of the cattle for the wood. [23.] Everything A·rau′nah, O king, does give to THE KING.” And A·rau′nah went on to say to THE KING: “May JEHOVAH YOUR GOD show pleasure in you...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


1ST KINGS REFERENCES


1 KINGS 1:1-4: “...Καὶ [1.] ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. [2.] καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾽ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς. [3.] καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. [4.] καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν...” - (Βασιλειῶν Γʹ BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

1 KINGS 1:1-4: “...Now [1.] KING DAVID was old, advanced in days; and they would cover him with garments, but he would not feel warm. [2.] So his servants said to him: “Let them look for a girl, a virgin, for MY LORD THE KING, and she will have to attend upon THE KING, that she may become his nurse; and she must lie in your bosom, and MY LORD THE KING will certainly feel warm.” [3.] And they went looking for a beautiful girl throughout all the territory of Israel, and finally found Ab′i·shag the Shu′nam·mite and then brought her in to THE KING. [4.] And the girl was beautiful in the extreme; and she came to be the king’s nurse and kept waiting upon him, and THE KING himself had no intercourse with her...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 KINGS 1:9-37: “...καὶ [9.] ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα, παῖδας τοῦ βασιλέως· [10.] καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν. [11.] Καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ; καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω. [12.] καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων· [13.] δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας; [14.] καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου. [15.] καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. [16.] καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐστίν σοι; [17.] ἡ δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῷ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου. [18.] καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· [19.] καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. [20.] καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν. [21.] καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί. [22.] καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν. [23.] καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθαν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. [24.] καὶ εἶπεν Ναθαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου· [25.] ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Αδωνιας. [26.] καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. [27.] εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν; [28.] καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. [29.] καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, [30.] ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾽ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. [31.] καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα. [32.] καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ Καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. [33.] καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾽ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων, [34.] καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμων. [35.] καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ᾽ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα. [36.] καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· [37.] καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ...” - (Βασιλειῶν Γʹ BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

1 KINGS 1:9-37: “...Eventually [9.] Ad·o·ni′jah held a sacrifice of sheep and cattle and fatlings close by the stone of Zo′he·leth, which is beside En-ro′gel, and he proceeded to invite all his brothers THE KING’S sons and all the men of Judah THE KING’S servants; [10.] and Nathan the prophet and Be·nai′ah and the mighty men and Sol′o·mon his brother he did not invite. [11.] Nathan now said to Bath-she′ba, Sol′o·mon’s mother: “Have you not heard that Ad·o·ni′jah the son of Hag′gith has become KING, and OUR LORD DAVID does not know of it at all? [12.] So now come, let me, please, solemnly counsel you. And provide escape for your own soul and for the soul of your son Sol′o·mon. [13.] Go and enter in to KING DAVID, and you must say to him, ‘Was it not you, MY LORD THE KING, that swore to your slave girl, saying: “Sol′o·mon your son is the one that will become KING after me, and he is the one that will sit upon my throne”? So why has Ad·o·ni′jah become KING?’ [14.] Look! While you are yet speaking there with THE KING, then I myself shall come in after you, and I shall certainly confirm your words.” [15.] Accordingly Bath-she′ba went in to THE KING in the interior room, and THE KING was very old, and Ab′i·shag the Shu′nam·mite was waiting upon THE KING. [16.] Then Bath-she′ba BOWED LOW AND PROSTRATED HERSELF TO THE KING, upon which THE KING said: “What do you have [to ask]?” [17.] At this she said to him: “MY LORD, it was you that swore by JEHOVAH YOUR GOD to your slave girl, ‘Sol′o·mon your son is the one that will become KING after me, and he is the one that will sit upon my throne.’ [18.] And now, look! Ad·o·ni′jah himself has become KING, and now MY LORD THE KING himself does not know of it at all. [19.] So he sacrificed bulls and fatlings and sheep in great quantity and invited all the sons of THE KING and A·bi′a·thar the priest and Jo′ab the chief of the army; but Sol′o·mon your servant he has not invited. [20.] And you MY LORD THE KING—the eyes of all Israel are upon you, to tell them who is going to sit upon the throne of MY LORD THE KING after him. [21.] And it will certainly occur that as soon as MY LORD THE KING lies down with his forefathers, I myself and also my son Sol′o·mon shall certainly become offenders.” [22.] And, look! while she was yet speaking with THE KING, Nathan the prophet himself came in. [23.] At once they told THE KING, saying: “Here is Nathan the prophet!” After that HE CAME IN BEFORE THE KING AND PROSTRATED HIMSELF TO THE KING WITH HIS FACE TO THE EARTH. [24.] Then Nathan said: “MY LORD THE KING, did you yourself say, ‘Ad·o·ni′jah is the one that will become KING after me, and he is the one that will sit upon my throne’? [25.] For he has today gone down that he might sacrifice bulls and fatlings and sheep in great quantity and might invite all the sons of THE KING and the chiefs of the army and A·bi′a·thar the priest; and there they are eating and drinking before him and they keep saying, ‘LET KING AD·O·NI′JAH LIVE!’ [26.] But as for me your servant, me and Za′dok the priest and Be·nai′ah the son of Je·hoi′a·da and Sol′o·mon your servant he has not invited. [27.] If it is from MY LORD THE KING that this thing has been brought about, then you have not caused your servant to know who should sit upon THE THRONE OF MY LORD THE KING after him.” [28.] KING DAVID now answered and said: “YOU men, call Bath-she′ba for me.” At that she came in before THE KING and stood before THE KING. [29.] And THE KING proceeded to swear and say: “AS JEHOVAH IS LIVING who redeemed my soul out of all distress, [30.] just as I have sworn to you by Jehovah the God of Israel, saying, ‘Sol′o·mon your son is the one that will become KING after me, and he is the one that will sit upon my throne in place of me!’ that is the way I shall do this day.” [31.] THEN BATH-SHE′BA BOWED LOW WITH HER FACE TO THE EARTH AND PROSTRATED HERSELF TO THE KING AND SAID: “LET MY LORD KING DAVID LIVE TO TIME INDEFINITE![32.] Immediately KING DAVID said: “YOU men, call for me Za′dok the priest and Nathan the prophet and Be·nai′ah the son of Je·hoi′a·da.” So they came in before THE KING. [33.] And THE KING went on to say to them: “Take with YOU the servants of YOUR LORD, and YOU must make Sol′o·mon my son ride upon the she-mule that belongs to me and lead him down to Gi′hon. [34.] And Za′dok the priest and Nathan the prophet must ANOINT HIM THERE AS KING OVER ISRAEL; and YOU must blow the horn and say, ‘LET KING SOL′O·MON LIVE!’ [35.] And YOU must come up following him, and he must come in and sit upon my throne; and he himself will be KING in place of me, and him I SHALL HAVE TO COMMISSION TO BECOME LEADER OVER ISRAEL AND OVER JUDAH.” [36.] At once Be·nai′ah the son of Je·hoi′a·da answered THE KING and said: “AMEN! THUS MAY JEHOVAH THE GOD OF MY LORD THE KING SAY. [37.] Just as JEHOVAH PROVED TO BE WITH MY LORD THE KING, SO LET HIM PROVE TO BE WITH SOL′O·MON, and may he make his throne greater than the throne of MY LORD KING DAVID...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 KINGS 1:41-48: “...Καὶ [41.] ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; [42.] ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν, καὶ εἶπεν Αδωνιας Εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. [43.] καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων· [44.] καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· [45.] καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνή, ἣν ἠκούσατε. [46.] καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας, [47.] καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες Ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ, [48.] καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν...” - (Βασιλειῶν Γʹ BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

1 KINGS 1:41-48:...And [41.] Ad·o·ni′jah and all the ones invited that were with him got to hear it, when they themselves had finished eating. When Jo′ab got to hear the sound of the horn, he at once said: “What does the noise of the town in an uproar mean?” [42.] While he was yet speaking, why, here Jon′a·than the son of A·bi′a·thar the priest came. Then Ad·o·ni′jah said: “Come on in, for you are a valiant man, and you bring good news.” [43.] But Jon′a·than answered and said to Ad·o·ni′jah: “No! OUR LORD KING DAVID himself has made Sol′o·mon KING. [44.] So THE KING sent with him Za′dok the priest and Nathan the prophet and Be·nai′ah the son of Je·hoi′a·da and the Cher′e·thites and the Pel′e·thites, and they made him ride upon the she-mule of THE KING. [45.] Then Za′dok the priest and Nathan the prophet ANOINTED HIM AS KING in Gi′hon; after which they came up from there rejoicing, and the town is in an uproar. That was the noise that YOU men heard. [46.] And, besides, Sol′o·mon has sat down upon THE THRONE OF THE KINGSHIP. [47.] And, another thing, the servants of THE KING have come in to wish OUR LORD KING DAVID well, saying, ‘May your God make Sol′o·mon’s name more splendid than your name, and may he make his throne greater than your throne!’ AT THAT THE KING BOWED DOWN UPON THE BED. [48.] And too this is what THE KING said, ‘Blessed be Jehovah the God of Israel, who has today given one to sit upon my throne, with my own eyes seeing it!...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 KINGS 3:16-27: “...Τότε [16.] ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. [17.] καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. [18.] καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾽ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. [19.] καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾽ αὐτόν· [20.] καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. [21.] καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. [22.] καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. [23.] καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέγεις Οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς. [24.] καὶ εἶπεν ὁ βασιλεύς Λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. [25.] καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. [26.] καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν Ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· καὶ αὕτη εἶπεν Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε. [27.] καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ. [28.] καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα...” - (Βασιλειῶν Γʹ BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

1 KINGS 3:16-27: “...At [16.] that time two women, prostitutes, got to come in to THE KING and stand before him. [17.] Then the one woman said: “Excuse me, MY LORD, I and this woman are dwelling in one house, so that I gave birth close by her in the house. [18.] And it came about on the third day after I gave birth, this woman also proceeded to give birth. And we were together. There was no stranger with us in the house, no one but the two of us in the house. [19.] Later the son of this woman died at night, because she lay upon him. [20.] So she got up in the middle of the night and took my son from beside me while your slave girl herself was asleep and laid him in her own bosom, and her dead son she laid in my bosom. [21.] When I got up in the morning to nurse my son, why, there he was dead. So I examined him closely in the morning, and, look! he did not prove to be my son that I had borne.” [22.] But the other woman said: “No, but my son is the living one and your son is the dead one!” All the while this woman was saying: “No, but your son is the dead one and my son is the living one.” And they kept on speaking before THE KING. [23.] Finally the king said: “This one is saying, ‘This is my son, the living one, and your son is the dead one!’ and that one is saying, ‘No, but your son is the dead one and my son is the living one!’” [24.] And THE KING went on to say: “YOU men, get me a sword.” So they brought the sword before THE KING. [25.] And THE KING proceeded to say: “YOU men, sever the living child in two and give the one half to the one woman and the other half to the other.” [26.] At once the woman whose son was the living one said to THE KING (for her inward emotions were excited toward her son, so that she said): “Excuse me, MY LORD! YOU men, give her the living child. Do not by any means put him to death.” All the while this other woman was saying: “Neither mine nor yours will he become. YOU men, do the severing!” [27.] At that THE KING answered and said: “YOU men, give her the living child, and YOU must by no means put him to death. She is his mother...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

1 KINGS 20:1-9: ...Καὶ [1.] συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾽ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν. [2.] καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν [3.] καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. [4.] καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. [5.] καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί· [6.] ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, ἐφ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. [7.] καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ. [8.] καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. [9.] καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον...” - (Βασιλειῶν Γʹ BIBLIOTHECA AUGUSTANA, Vetus Testamentum, ca. 250/200 a. Chr. n.)

1 KINGS 20:1-9: “...As [1.] for Ben-ha′dad the king of Syria, he collected all his military forces together and also thirty-two kings with him and horses and chariots, and he proceeded to go up and lay siege to Sa·mar′i·a and fight against it. [2.] Then he sent messengers to A′hab THE KING OF ISRAEL at the city. And he went on to say to him: “This is what Ben-ha′dad has said, [3.] ‘Your silver and your gold are mine, and your wives and your sons, the best looking, are mine.’” [4.] To this THE KING OF ISRAEL answered and said: “According to your word, MY LORD THE KING, yours I am with all that belongs to me.” [5.] Later the messengers came back and said: “This is what Ben-ha′dad has said, ‘I sent to you, saying: “Your silver and your gold and your wives and your sons you will give me. [6.] But about this time tomorrow I shall send my servants to you, and they must carefully search your house and the houses of your servants; and it must occur that everything desirable to your eyes they will put in their hand, and they must take it away.”’” [7.] At that THE KING OF ISRAEL called all the older men of the land and said: “Take note, please, and see that it is calamity that this one is seeking; for he sent to me for my wives and my sons and my silver and my gold, and I did not hold them back from him.” [8.] Then all the older men and all the people said to him: “Do not obey, and you should not consent.” [9.] So he said to the messengers of Ben-ha′dad: “Say to MY LORD THE KING, ‘All that you sent to your servant at first I shall do; but this thing I am not able to do.’” With that the messengers went off and brought word back to him...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


2ND KINGS REFERENCES


GREEK TEXT: “...Καὶ [1.] Ναιμαν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελεπρωμένος. [2.] καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν. [3.] ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. [4.] καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν Οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ισραηλ. [5.] καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμαν Δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ισραηλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. [6.] καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων Καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 5:1-4: “...Now [1.] a certain Na′a·man, the chief of the army of the king of Syria, had become a great man before HIS LORD and held in esteem, because it was by him that Jehovah had given salvation to Syria; and the man himself had proved to be a valiant, mighty man, though a leper. [2.] And the Syrians, for their part, had gone out as marauder bands, and they got to take captive from the land of Israel a little girl, and she came to be before Na′a·man’s wife. [3.] In time she said to her mistress: “If only MY LORD were before the prophet that is in Sa·mar′i·a! In that case he would recover him from his leprosy.” [4.] Subsequently someone came and reported to HIS LORD, saying: “It was like this and that that the girl spoke who is from the land of Israel...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...καὶ [10.] ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ελισαιε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο. [11.] καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ισραηλ; [12.] καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου. [13.] καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθαιμ. [14.] καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. [15.] καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὦ, κύριε, πῶς ποιήσωμεν...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 6:11-14: “...Consequently [11.] the heart of THE KING OF SYRIA became enraged over this matter, so that he called his servants and said to them: “Will YOU not tell me who from those who belong to us is for THE KING OF ISRAEL?” [12.] Then one of his servants said: “None, MY LORD THE KING, but it is E·li′sha the prophet who is in Israel that tells THE KING OF ISRAEL the things that you speak in your inner bedroom.” [13.] So he said: “YOU men go and see where he is, that I may send and take him.” Later the report was made to him, saying: “There he is in Do′than.” [14.] Immediately he sent horses and war chariots and a heavy military force there; and they proceeded to come by night and close in upon the city...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...καὶ [20.] ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ελισαιε Ἄνοιξον δή, κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. [21.] καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ; [22.] καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου, σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. [23.] καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ισραηλ. [24.] Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν Σαμάρειαν. [25.] καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾽ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. [26.] καὶ ἦν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα Σῶσον, κύριε βασιλεῦ. [27.] καὶ εἶπεν αὐτῇ Μή σε σώσαι κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; [28.] καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί ἐστίν σοι; καὶ εἶπεν Ἡ γυνὴ αὕτη εἶπεν πρός με Δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον· [29.] καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν, καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς. [30.] καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. [31.] καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ελισαιε ἐπ᾽ αὐτῷ σήμερον. [32.] καὶ Ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾽ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ; [33.] ἔτι αὐτοῦ λαλοῦντος μετ᾽ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 6:20-33: “...And [20.] it came about that as soon as they arrived at Sa·mar′i·a, E·li′sha then said: “O Jehovah, open the eyes of these that they may see.” Immediately Jehovah opened their eyes, and they got to see; and here they were in the middle of Sa·mar′i·a. [21.] THE KING OF ISRAEL now said to E·li′sha as soon as he saw them: “Shall I strike [them] down, shall I strike [them] down, my father?” [22.] But he said: “You must not strike [them] down. Are those whom you have taken captive with your sword and with your bow the ones that you are striking down? Set bread and water before them that they may eat and drink and go to THEIR LORD.” [23.] Accordingly he spread a great feast for them; and they began to eat and drink, after which he sent them away and they went to THEIR LORD. And not once did the marauding bands of the Syrians come again into the land of Israel. [24.] And it came about afterward that Ben-ha′dad THE KING OF SYRIA proceeded to collect all his camp together and to go up and besiege Sa·mar′i·a. [25.] In time a great famine arose in Sa·mar′i·a, and, look! they were besieging it until an ass’s head got to be worth eighty silver pieces, and the fourth of a cab measure of dove’s dung was worth five silver pieces. [26.] And it came about as THE KING OF ISRAEL was passing along upon the wall that a certain woman cried out to him, saying: “Do save, O MY LORD THE KING![27.] To this he said: “If JEHOVAH does not save you, from what [source] shall I save you? either from the threshing floor or from the wine or oil press?” [28.] And THE KING went on to say to her: “What is the matter with you?” So she said: “This very woman said to me, ‘Give your son that we may eat him today, and my own son we shall eat tomorrow.’ [29.] Accordingly we boiled my son and ate him. Then I said to her on the next day, ‘Give your son that we may eat him.’ But she hid her son.” [30.] And it came about that as soon as THE KING heard the woman’s words, he immediately ripped his garments apart; and as he was passing along upon the wall, the people got to see, and, look! sackcloth was underneath upon his flesh. [31.] And he went on to say: “So may God do to me, and so may he add to it, if the head of E·li′sha the son of Sha′phat continues standing upon him today!” [32.] And E·li′sha was sitting in his own house, and the older men were sitting with him, when he sent a man from before him. Before the messenger could come in to him, he himself said to the older men: “Have YOU seen how this son of a murderer has sent to take off my head? See to it: as soon as the messenger comes, close the door, and YOU must press him back with the door. Is there not the sound of the feet of HIS LORD behind him?” [33.] While he was yet speaking with them, here was the messenger coming down to him, and [the king] proceeded to say: “Here this is the calamity from JEHOVAH. Why should I wait any longer for JEHOVAH?...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...Καὶ [1.] Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησεν τὸν υἱόν, λέγων Ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. [2.] καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. [3.] καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς. [4.] καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ελισαιε. [5.] καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ελισαιε, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπεν Γιεζι Κύριε βασιλεῦ, αὕτη ἡ γυνή, καὶ οὗτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ελισαιε. [6.] καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπεν τὴν γῆν, ἕως τοῦ νῦν. [7.] Καὶ ἦλθεν Ελισαιε εἰς Δαμασκόν, καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε. [8.] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ Λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ᾽ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; [9.] καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε Ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; [10.] καὶ εἶπεν Ελισαιε Δεῦρο εἰπὸν αὐτῷ Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ. [11.] καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ. [12.] καὶ εἶπεν Αζαηλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις. [13.] καὶ εἶπεν Αζαηλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε Ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. [14.] καὶ ἀπῆλθεν ἀπὸ Ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ. [15.] καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν, καὶ ἐβασίλευσεν Αζαηλ ἀντ᾽ αὐτοῦ. [16.] Ἐν ἔτει πέμπτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 8:3-13: “...And [3.] it came about at the end of seven years that the woman proceeded to return from the land of the Phi·lis′tines and go forth to cry out to THE KING for her house and for her field. [4.] Now THE KING was speaking to Ge·ha′zi the attendant of the man of the [true] God, saying: “Do relate to me, please, all the great things that E·li′sha has done.” [5.] And it came about that as he was relating to THE KING how he had revived the dead one, why, here the woman whose son he had revived was crying out to THE KING for her house and for her field. At once Ge·ha′zi said: “MY LORD THE KING, this is the woman, and this is her son whom E·li′sha revived.” [6.] At that THE KING asked the woman, and she went on to relate to him the story. Then THE KING gave her a court official, saying: “Return all that belongs to her and all the products of the field from the day of her leaving the land until now.” [7.] And E·li′sha proceeded to come to Damascus; and BEN-HA′DAD THE KING OF SYRIA was sick. Accordingly the report was made to him, saying: “The man of the [true] God has come as far as here.” [8.] At that THE KING said to Haz′a·el: “Take a gift in your hand and go and meet the man of the [true] God, and you must inquire of JEHOVAH through him, saying, ‘Shall I revive from this sickness?’” [9.] So Haz′a·el went to meet him and took a gift in his hand, even every sort of good thing of Damascus, the load of forty camels, and came and stood before him and said: “Your son, BEN-HA′DAD, THE KING OF SYRIA, has sent me to you, saying, ‘Shall I revive from this sickness?’” [10.] Then E·li′sha said to him: “Go, say to him, ‘You will positively revive,’ and JEHOVAH has shown me that he will positively die.” [11.] And he kept a fixed look and kept it set to the point of embarrassment. Then the man of the [true] God gave way to weeping. [12.] At this Haz′a·el said: “Why is MY LORD weeping?” To this he said: “Because I well know what injury you will do to the sons of Israel. Their fortified places you will consign to the fire, and their choice men you will kill with the sword, and their children you will dash to pieces, and their pregnant women you will rip up.” [13.] Upon that Haz′a·el said: “What is your servant, [who is a mere] dog, that he could do this great thing?” But E·li′sha said: “JEHOVAH has shown me you AS KING OVER SYRIA...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...Καὶ [1.] Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωθ Γαλααδ· [2.] καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ· [3.] καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς. [4.] καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ [5.] καὶ εἰσῆλθεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων. [6.] καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ, [7.] καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ [8.] καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· [9.] καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια· [10.] καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν. [11.] καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. [12.] καὶ εἶπον Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 9:4-10: “...And [4.] the attendant, the prophet’s attendant, got on his way to Ra′moth-gil′e·ad. [5.] When he came in, why, there the chiefs of the military force were seated. He now said: “There is a word I have for you, O chief.” At this Je′hu said: “For which one of all of us?” Then he said: “For you, O chief.” [6.] So he got up and came into the house; and he proceeded to pour the oil out upon his head and say to him: “This is what Jehovah the God of Israel has said, ‘I DO ANOINT YOU AS KING OVER JEHOVAH’S PEOPLE, THAT IS, OVER ISRAEL. [7.] And you must strike down the house of A′HAB YOUR LORD, and I must avenge the blood of my servants the prophets and the blood of all the servants of Jehovah at the hand of Jez′e·bel. [8.] And the whole house of A′hab must perish; and I must cut off from A′hab anyone urinating against a wall and any helpless and worthless one in Israel. [9.] And I must constitute the house of A′hab like the house of Jer·o·bo′am the son of Ne′bat and like the house of Ba′a·sha the son of A·hi′jah. [10.] And Jez′e·bel the dogs will eat up in the tract of land at Jez′re·el, and there will be no one burying her.’” With that he opened the door and went fleeing...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT:...Καὶ [1.] τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν Αχααβ λέγων [2.] Καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, μεθ᾽ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾽ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα, [3.] καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν. [4.] καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον Ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς; [5.] καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν. [6.] καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. [7.] καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ. [8.] καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί. [9.] καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν Δίκαιοι ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους; [10.] ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Αχααβ· καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου. [11.] καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα. [12.] Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν. αὐτὸς ἐν Βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, [13.] καὶ Ιου εὗρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖς; καὶ εἶπον Οἱ ἀδελφοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 10:6-11: “...Now [6.] the sons of THE KING, seventy men, were with the distinguished men of the city that were bringing them up. [7.] And it came about that as soon as the letter came to them, they went taking the sons of THE KING and slaughtering [them], seventy men, after which they put their heads in baskets and sent them to him at Jez′re·el. [8.] Then the messenger came in and told him, saying: “They have brought the heads of the sons of THE KING.” So he said: “PUT them in two heaps at the entrance of the gate until morning.” [9.] And it came about in the morning that he proceeded to go out. Then he stood still and said to all the people: “YOU are righteous. Here I myself conspired against MY LORD, and I got to kill him; but who struck down all these? [10.] Know, then, that nothing of JEHOVAH’S word will fall [unfulfilled] to the earth that JEHOVAH has spoken against the house of A′hab; and JEHOVAH HIMSELF has done what he spoke by means of his servant E·li′jah.” [11.] Moreover, Je′hu went on to strike down all who were left over of the house of A′hab in Jez′re·el and all his distinguished men and his acquaintances and his priests, until he had let no survivor of his remain...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT:...καὶ [19.] εἶπεν πρὸς αὐτοὺς Ραψακης Εἴπατε δὴ πρὸς Εζεκιαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τίς ἡ πεποίθησις αὕτη, ἣν πέποιθας; [20.] εἶπας Πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί; [21.] νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾽ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾽ αὐτόν. [22.] καὶ ὅτι εἶπας πρός με Ἐπὶ κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ; [23.] καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾽ αὐτούς. [24.] καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾽ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. [25.] καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; κύριος εἶπεν πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν...” - (Βασιλειῶν Δ ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND KINGS 18:19-25: “...Accordingly [19.] Rab′sha·keh said to them: “Please, say to Hez·e·ki′ah, ‘This is what THE GREAT KING, THE KING OF AS·SYR′I·A, has said: “What is this confidence in which you have trusted? [20.] You have said (but it is the word of lips), ‘There are counsel and mightiness for the war.’ Now in whom have you put your trust, that you have rebelled against me? [21.] Now, look! you have put your trust in the support of this crushed reed, Egypt, which, if a man should brace himself upon it, would certainly enter into his palm and pierce it. That is the way PHAR′AOH THE KING OF EGYPT is to all those putting their trust in him. [22.] And in case YOU men should say to me, ‘It is JEHOVAH OUR GOD in whom we have put our trust,’ is he not the one whose high places and whose altars Hez·e·ki′ah has removed, while he says to Judah and Jerusalem, ‘Before this altar YOU should bow down in Jerusalem’?”’ [23.] Now, then, make a wager, please, with MY LORD THE KING OF AS·SYR′I·A, and let me give you two thousand horses [to see] whether you are able, on your part, to put riders upon them. [24.] How, then, could you turn back the face of one governor of the smallest servants of MY LORD, while you, for your part, put your trust in Egypt for chariots and for horsemen? [25.] Now is it without authorization from JEHOVAH that I have come up against this place to bring it to ruin? JEHOVAH HIMSELF said to me, ‘Go up against this land, and you must bring it to ruin...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


1ST CHRONICLES REFERENCES


GREEK TEXT: “...Καὶ [1.] ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ. [2.] καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. [3.] καὶ εἶπεν Ιωαβ Προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ...” - (Παραλειπομένον Α ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

1ST CHRONICLES 21:1-3: “...And [1.] Satan proceeded to stand up against Israel and to incite David to number Israel. [2.] So David said to Jo′ab and the chiefs of the people: “Go, count Israel from Be′er-she′ba to Dan and bring it to me that I may know their number.” [3.] But Jo′ab said: “May JEHOVAH add to his people a hundred times as many as they are. Do they not, O MY LORD THE KING, all of them belong to MY LORD as servants? Why does MY LORD seek this? Why should he become a cause of guilt to Israel?...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT: “...καὶ [17.] εἶπεν Δαυιδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, κύριε. [18.] καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου. [19.] καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου. [20.] καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ᾽ αὐτοῦ μεθαχαβιν· καὶ Ορνα ἦν ἀλοῶν πυρούς. [21.] καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν, καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. [22.] καὶ εἶπεν Δαυιδ πρὸς Ορνα Δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾽ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. [23.] καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. [24.] καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ. [25.] καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους...” - (Παραλειπομένον Α ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

1ST CHRONICLES 21:18-23: “...And [18.] Jehovah’s angel, for his part, said to Gad to say to David that David should go up to erect an altar to JEHOVAH on the threshing floor of Or′nan the Jeb′u·site. [19.] Accordingly David went up at the word of Gad that he had SPOKEN IN THE NAME OF JEHOVAH. [20.] Meantime, Or′nan turned back and saw THE ANGEL; and his four sons with him were hiding themselves. Now Or′nan had been threshing wheat. [21.] So David came as far as Or′nan. When Or′nan looked and saw David, he immediately went out of the threshing floor AND BOWED DOWN TO DAVID WITH HIS FACE TO THE EARTH. [22.] Then David said to Or′nan: “Do give me the place of the threshing floor, that I may build in it an altar to JEHOVAH. For the money in full give it to me, that the scourge may be halted from upon the people.” [23.] But Or′nan said to David: “Take it as your own, and let MY LORD THE KING do what is good in his own eyes. See, I do give the cattle for burnt offerings and the threshing sledge for the wood and the wheat as a grain offering. The whole I do give...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


2ND CRHONICLES REFERENCES


GREEK TEXT: “...καὶ [10.] εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων Ἐν τῷ ἀγαπῆσαι κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ᾽ αὐτοὺς εἰς βασιλέα. [11.] καὶ εἶπεν Χιραμ Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ. [12.] καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου [13.] [ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου. [14.] καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ. [15.] καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ. [16.] καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι. [17.] καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν...” - (Παραλειπομένον Β ʹ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

2ND CHRONICLES 2:11-16:...At [11.] that HI′RAM THE KING OF TYRE said [the word] in writing and sent [it] to Sol′o·mon: “Because JEHOVAH loved his people HE HAS CONSTITUTED YOU KING OVER THEM.” [12.] And Hi′ram went on to say: “BLESSED BE JEHOVAH THE GOD OF ISRAEL, who made the heavens and the earth, because he has given to DAVID THE KING a wise son, experienced in discretion and understanding, who will BUILD A HOUSE TO JEHOVAH AND A HOUSE FOR HIS KINGSHIP. [13.] And now I do send a skillful man, experienced in understanding, belonging to Hi′ram-a′bi, [14.] the son of a woman of the sons of Dan but whose father was a man of Tyre, experienced, to work in gold and in silver, in copper, in iron, in stones and in timbers, in wool dyed reddish purple, in blue thread and in fine fabric and in crimson and at cutting every sort of engraving and at designing every sort of device that may be given to him along with your own skillful men and the skillful men of MY LORD DAVID YOUR FATHER. [15.] And now the wheat and the barley, the oil and the wine that MY LORD has promised, let him send to his servants. [16.] As for ourselves, we shall cut down trees from Leb′a·non according to all your need, and we shall bring them to you as rafts by sea to Jop′pa, and you, for your part, will take them up to Jerusalem...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


BOOK OF ISAIAH REFERENCES


GREEK TEXT: “...Καὶ [1.] ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. [2.] καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. [3.] καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος. [4.] καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ; [5.] μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι; [6.] ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν ἐπ᾽ αὐτὴν ἐπιστηρισθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ. [7.] εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, [8.] νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. [9.] καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾽ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. [10.] καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; [11.] καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει...” - (Ἠσαΐας BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

ISAIAH 36:4-10: “...Accordingly [4.] Rab′sha·keh said to them: “Please, say to Hez·e·ki′ah, ‘This is what THE GREAT KING, THE KING OF AS·SYR′I·A, has said: “What is this confidence in which you have trusted? [5.] You have said (but it is the word of lips), ‘There are counsel and mightiness for the war.’ Now in whom have you put trust, that you have rebelled against me? [6.] Look! You have trusted in the support of this crushed reed, in Egypt, which, if a man should brace himself upon it, would certainly enter into his palm and pierce it. That is the way PHAR′AOH THE KING OF EGYPT is to all those putting their trust in him. [7.] And in case you should say to me, ‘It is JEHOVAH OUR GOD in whom we have trusted,’ is he not the one whose high places and whose altars Hez·e·ki′ah has removed, while he says to Judah and Jerusalem, ‘Before this altar YOU should bow down’?”’ [8.] Now, then, make a wager, please, with MY LORD THE KING OF AS·SYR′I·A, and let me give you two thousand horses [to see] whether you are able, on your part, to put riders upon them. [9.] How, then, could you turn back the face of one governor of the smallest servants of my lord, while you, for your part, put your trust in Egypt for chariots and for horsemen? [10.] And now is it without authorization from JEHOVAH that I have come up against this land to bring it to ruin? JEHOVAH HIMSELF said to me, ‘Go up against this land, and you must bring it to ruin...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


BOOK OF JEREMIAH REFERENCES


GREEK TEXT:...καὶ [18.] εἶπεν Ιερεμιας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; [19.] καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; [20.] καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ιωναθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; [21.] καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς...” - (Ἱερεμίας BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

JEREMIAH 37:18-21: “...Then [18.] Jeremiah said to KING ZED·E·KI′AH: “In what way have I sinned against you and against your servants and against this people, so that YOU men have put me into the house of detention? [19.] Where, now, are YOUR prophets who prophesied to YOU, saying, ‘THE KING OF BABYLON will not come against YOU men and against this land’? [20.] And now listen, please, O MY LORD THE KING. May my request for favor, please, fall before you, and do not send me back to the house of Je·hon′a·than the secretary, that I may not die there.” [21.] Accordingly KING ZED·E·KI′AH commanded, and they then put Jeremiah in custody in the Courtyard of the Guard; and there was a giving of a round loaf of bread to him daily from the street of the bakers, until all the bread was exhausted from the city. And Jeremiah continued dwelling in the Courtyard of the Guard...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

GREEK TEXT:...Καὶ [7.] ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν· [8.] καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν [9.] Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει...” - (Ἱερεμίας BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

JEREMIAH 38:7-9: “...And [7.] E′bed-mel′ech the E·thi·o′pi·an, a man who was a eunuch and who was in the house of THE KING, got to hear that they had put Jeremiah into the cistern; and THE KING was sitting in the Gate of Benjamin. [8.] So E′bed-mel′ech went out of the house of THE KING and spoke to THE KING, saying: [9.]O MY LORD THE KING, these men have done bad in all that they have done to Jeremiah the prophet, whom they have thrown into the cistern, so that he will die where he is because of the famine. For there is no bread anymore in the city...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)


THE BOOK OF DANIEL REFERENCES


OT-LXX GREEK TEXT: “...καὶ [5.] δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ᾽ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου, οὗ πίνει ὁ βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως. [6.] καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ισραηλ τῶν ἀπὸ τῆς Ιουδαίας Δανιηλ, Ανανιας, Μισαηλ, Αζαριας. [7.] καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιηλ Βαλτασαρ, τῷ δὲ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω. [8.] καὶ ἐνεθυμήθη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ. [9.] καὶ ἔδωκε κύριος τῷ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου. [10.] καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ Ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ. [11.] καὶ εἶπεν Δανιηλ Αβιεσδρι τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν [12.] Πείρασον δὴ τοὺς παῖδάς σου ἐφ᾽ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· [13.] καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου. [14.] καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα...” - (Δανιήλ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

THEODOTION GREEK TEXT: “...καὶ [5.] διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ᾽ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως. [6.] καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας. [7.] καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ Δανιηλ Βαλτασαρ καὶ τῷ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω. [8.] καὶ ἔθετο Δανιηλ ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ. [9.] καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. [10.] καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. [11.] καὶ εἶπεν Δανιηλ πρὸς Αμελσαδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν [12.] Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα· [13.] καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου. [14.] καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα...” - (Δανιήλ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

DANIEL 1:8-13: “...But [8.] Daniel determined in his heart that he would not pollute himself with the delicacies of THE KING and with his drinking wine. And he kept requesting of the principal court official that he might not pollute himself. [9.] Accordingly the [true] God gave Daniel over to loving-kindness and to mercy before the principal court official. [10.] So the principal court official said to Daniel: “I am in fear of MY LORD THE KING, who has appointed YOUR food and YOUR drink. Why, then, should he see YOUR faces dejected-looking in comparison with the children who are of the same age as YOURS, and [why] should YOU have to make my head guilty to THE KING?” [11.] But Daniel said to the guardian whom the principal court official had appointed over Daniel, Han·a·ni′ah, Mish′a·el and Az·a·ri′ah: [12.] “Please, put your servants to the test for ten days, and let them give us some vegetables that we may eat and water that we may drink; [13.] and let our countenances and the countenance of the children who are eating the delicacies of THE KING appear before you, and according to what you see do with your servants...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

OT-LXX GREEK TEXT: “...τὸ [22.] δὲ ἀνυψωθῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασθαι τῶν νεφελῶν· σύ, βασιλεῦ, ὑψώθης ὑπὲρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς, ὑψώθη σου ἡ καρδία ὑπερηφανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ· τὰ ἔργα σου ὤφθη, καθότι ἐξερήμωσας τὸν οἶκον τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου. [23.] καὶ ἡ ὅρασις, ἣν εἶδες, ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ τοῦ κυρίου καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον καὶ ἐκκόψαι· ἡ κρίσις τοῦ θεοῦ τοῦ μεγάλου ἥξει ἐπὶ σέ, [24.] καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σὲ κατατρέχουσιν· [25.] εἰς φυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε. [26.] καὶ ἡ ῥίζα τοῦ δένδρου ἡ ἀφεθεῖσα, ἐπεὶ οὐκ ἐξερριζώθη· ὁ τόπος τοῦ θρόνου σού σοι συντηρηθήσεται εἰς καιρὸν καὶ ὥραν. ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ...” - (Δανιήλ BIBLIOTHECA AUGUSTANA Vetus Testamentum ca. 250/200 a. Chr. n.)

THEODOTION GREEK TEXT: “...καὶ [21.] τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, [22.] σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς. [23.] καὶ ὅτι εἶδεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν Ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ᾽ αὐτόν, [24.] τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα, [25.] καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. [26.] καὶ ὅτι εἶπαν Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σού σοι μενεῖ, ἀφ᾽ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον...” - (Δανιήλ BIBLIOTHECA AUGUSTANA
Vetus Testamentum ca. 250/200 a. Chr. n.)

DANIEL 4:23-25: “...‘And [23.] because the king beheld a watcher, even a holy one, coming down from the heavens, who was also saying: “CHOP the tree down, and RUIN it. However, LEAVE its rootstock itself in the earth, but with a banding of iron and of copper, among the grass of the field, and with the dew of the heavens let it become wet, and with the beasts of the field let its portion be until seven times themselves pass over it,” [24.] this is the interpretation, O KING, and the decree of the Most High is that which must befall MY LORD THE KING. [25.] And you they will be driving away from men, and with the beasts of the field your dwelling will come to be, and the vegetation is what they will give even to you to eat just like bulls; and with the dew of the heavens you yourself will be getting wet, and seven times themselves will pass over you, until you know that the Most High is Ruler in the kingdom of mankind, and that to the one whom he wants to he gives it...” - (“New World Translation of the Holy Scriptures,” With References, Rendered from the Original Languages by the New World Bible Translation Committee—Revised 1984.)

FEEL FREE TO COMMENT

Members comments and thoughts are always welcome.

Genuine questions are always welcome.

Verbal abuse of Jehovah's Witnesses is not welcome.

DISCLAIMER: THIS WEBSITE IS --- ( NOT ) --- AN OFFICIAL WEBSITE OF THE WATCHTOWER BIBLE AND TRACT SOCIETY This is a personal website that is not officially supported nor endorsed by the WBTS. The Watchtower Society cannot be held responsible or liable for the content found on this blog/website. Links are offered here for additional reading, however the manager of this site does not necessarily support every comment on all of these sites. You are invited to conduct your own research. To those who are not Jehovah's Witnesses, please remember that if you are looking for the authoritative information on beliefs, practices and news releases you should look to the source at http://www.watchtower.org/

Comments